Ancient Greek · ~2 min
Περὶ τῶν κατὰ τὴν κίνησιν ὀνομασιῶν
Asclepiodotus, Τέχνη τακτική 11
Not analysed yet
εἰ δʼ ἐπʼ ἀσπίδα ποιοίμεθα τὴν ἐπιστροφήν, τόπον ἐφέξει τὸ σύνταγμα καὶ οὕτω τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ ἐναντίαν τὴν κατʼ ἀριστεράν· μεταταχθὲν γὰρ τὸ αβγδ περὶ μένοντα τὸν α λοχαγὸν θέσιν ἕξει τὴν αοπρ κατὰ πρώτην ἐπιστροφήν, κατὰ δὲ περισπασμὸν τὴν αστυ, ἐκπερισπασθεῖσα δὲ τὴν αφχψ καὶ ἐπικατασταθεῖσα τὴν αβγδ. ἡ δὲ τῶν ἀποκαταστάσεων διαφορὰ ὁμοία ταῖς ἐπὶ δόρυ σοι νοείσθω. ταῦτα δὲ γίνεται ὁπότʼ ἂν οἱ πολέμιοι παραφαίνωνται κατὰ πλευρὰν τῆς φάλαγγος.