Ancient Greek · ~2 min
Περὶ τῶν κατὰ τὴν κίνησιν ὀνομασιῶν
Asclepiodotus, Τέχνη τακτική 10-3
Not analysed yet
ἡ μὲν οὖν πρώτη ἐπιστροφὴ καὶ ἡ τρίτη καλουμένη ἐκπερισπασμὸς μοναχῶς ἀποκαθίστανται, ἡ μὲν κατὰ ἀναστροφὴν μόνως ἡ βεζη, ἡ δὲ κατʼ ἐπιστροφὴν μόνως ἡ βμνξ· ἡ δὲ δὴ μέση τούτων ἡ βθκλ, ἣν καὶ περισπασμὸν καλοῦμεν, διχῶς ἀποκαθίσταται, διʼ ὅτι ἡ κατὰ ἀναστροφὴν κίνησις αὐτῆς ἴση ἐστὶ τῇ κατʼ ἐπιστροφήν· δύο γὰρ ἀναστροφαῖς ἀποκαταστήσεται τῇ τε εἰς τὸ βεζη καὶ τῇ εἰς τὸ βαδγ, καὶ δύο ἐπιστροφαῖς ἐπικαταστήσεται, τῇ τε εἰς τὸ βμνξ καὶ τῇ εἰς τὸ βαδγ.