Ancient Greek
Περὶ τῶν κατὰ τὴν κίνησιν ὀνομασιῶν
Asclepiodotus, Τέχνη τακτική 13
Not analysed yet
ἐξελιγμὸς δὲ γίνεται τριχῶς, Μακεδονικός τε καὶ Λακωνικὸς καὶ ἔτι Κρητικὸς ἤτοι Περσικός· τοῦτο δὲ γίνεται διχῶς, ἢ κατὰ στοῖχον ἢ κατὰ ζυγόν. Μακεδονικὸς μὲν οὖν ἐστιν ἐξελιγμός, ὅτʼ ἂν τοῦ λοχαγοῦντος ζυγοῦ τὸν οἰκεῖον τόπον ἐπέχοντος τὰ ὀπίσω ζυγὰ τὸν ἔμπροσθεν καταλάβῃ τόπον μεθισταμένων μέχρις οὐραγοῦ, εἶτα κατʼ ἄνδρα μεταβαλλόντων· οἷον εἰ τοῦ αβγδε ζυγοῦ λοχαγοῦντος καὶ μένοντος ἐπὶ ταὐτοῦ τὰ εἰς τοὐπίσω τὸ ζηθικ καὶ τὸ λμνξο εἰς τὸ πρόσω καθίστηται, ἤτοι κατὰ ζυγόν, ὥστε τὸ ζηθικ μεταστῆναι πρότερον καὶ γενέσθαι κατὰ τὸ πρστυ, ἔπειτα τὸ λμνξο κατὰ τὸ φχψως, ἢ κατὰ στοῖχον, ὥστε τὰ μὲν κο γενέσθαι κατὰ τὰ υς, τὰ δὲ ιξ κατὰ τὰ τω καὶ τὰ ἑξῆς, οἷον τὰ θν κατὰ τὰ σψ καὶ τὰ ημ κατὰ τὰ ρχ καὶ τὰ ζλ κατὰ τὰ πφ· εἶτα καὶ κατʼ ἄνδρα μεταβάλωσιν ἀπὸ οὐραγοῦ, τόδε ἐστὶν ἀπεστράφθαι μὲν τὰ πρστυ καὶ τὰ φχψω μέρη, βλέπειν δὲ κατὰ τὰ αβγδε διὰ τὸ ὄπιθεν ὀφθῆναι τοὺς πολεμίους. φανερὸν δὲ ὅτι κατὰ τοῦτον τὸν ἐξελιγμὸν ἡ φάλαγξ δόξειεν ἂν ὑποχωρεῖν τοῦ οἰκείου τόπου καὶ φυγῇ παραπλήσιον ποιεῖν, ὃ δὴ θαρραλεωτέρους μὲν ποιεῖ τοὺς πολεμίους, ἀσθενεστέρους δὲ τοὺς ἐξελίσσοντας.