Ancient Greek · ~2 min
Περὶ τῶν κατὰ τὴν κίνησιν ὀνομασιῶν
Asclepiodotus, Τέχνη τακτική 14
Not analysed yet
ὁ δὲ Λακωνικὸς ἐξελιγμὸς τὸν ἐναντίον τούτῳ μεταλαμβάνει τόπον· μεταβάλλει γὰρ ἕκαστος ἐπʼ οὐράν, μένοντος τοῦ οὐραγοῦντος ζυγοῦ οἷον τοῦ λμνξο· τὰ γὰρ λοιπά, τό τε ζηθικ καὶ τὸ αβγδε μεθίσταται ἐφʼ ἑκάτερα τοῦ οὐραγοῦντος, διχῶς δῆλον ὅτι, ἤτοι κατὰ στοῖχον ἢ κατὰ ζυγόν, καὶ θέσιν ἔχει τὸ μὲν ζηθικ τὴν τοῦ ΖΗΘΙΚ, τὸ δὲ αβγδε τὴν τοῦ ΑΒΓΔΕ. τοῦτο δὴ ποιῶν ὁ Λακωνικὸς ἐξελιγμὸς τὴν ἐναντίαν κατὰ τὸν Μακεδονικὸν τοῖς πολεμίοις παρέχεται δόξαν· ἐφορμᾶν γὰρ καὶ ἐπιέναι δόξειεν ἂν ὄπιθεν παραφανεῖσιν, ὥστε καταπλῆξαι αὐτοὺς καὶ δειλίαν ἐκ τοῦδε γενέσθαι.