Ancient Greek · ~2 min
Περὶ τῶν κατὰ τὴν κίνησιν ὀνομασιῶν
Asclepiodotus, Τέχνη τακτική 9-3
Not analysed yet
καὶ φανερόν, ὅτι τὸν ἐκπερισπασμὸν οὐ κατὰ ἀναστροφὴν ἀποκαθιστάνειν προσήκει—δεησόμεθα γὰρ τριῶν ἀναστροφῶν, ἵνα ἀποκαταστῇ, τῆς τε ἐπὶ τὸ βθκλ καὶ τῆς ἐπὶ τὸ βεζη καὶ ἔτι τῆς ἐπὶ τὸ βαδγ, —ἀλλὰ κατʼ ἐπιστροφὴν μίαν τὴν ἐπὶ τὸ δόρυ, διʼ ὅτι τὸ βαδγ τοῦ βμνξ τόπον μὲν ἔχει τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν. καλεῖται δὲ ἡ κατʼ ἐπιστροφὴν εἰς τὸ ἐξ ἀρχῆς ἀποκατάστασις ἐπικατάστασις.