Ancient Greek
Dfhg-Source dfhg2_ATHANAS_SYRACUSANUS
ATHANAS SYRACUSANUS, Fragmenta 1
Not analysed yet
Τοιοῦτοί τινές εἰσιν . . . πολλῶν ὀνομάτων ποιηταὶ, καὶ πολλοῖς παρασάγγαις ὑπερδραμόντες τὸν Σικελιώτην Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν ἄνδρα, καὶ τὸν στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλλάντιον δὲ ἀκόντιον ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια ἐκάλει, ὅτι τοὺς μῦς τηρεῖ. Ἄθανις (sic) δ ̓ ἐν πρώτῳ Σικελικῶν τὸν αὐτόν φησι Διονύσιον καὶ τὸν βοῦν γαρόταν καλεῖν, καὶ τὸν χοῖρον ἴακχον.