Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_ATHANAS_SYRACUSANUS
ATHANAS SYRACUSANUS, Fragmenta 2
Not analysed yet
Post pulsum Dionysium, Timoleon Syracusarum urbem paene desertam novis colonis frequentavit. Corintho et ex reliqua Graecia advenere hominum decem millia. Ἥδη δὲ καὶ τῶν ἐξ Ἰταλίας καὶ Σικελίας πολλοὶ τῷ Τιμολέοντι συνεληλύθεισαν· καὶ γενομένοις αὐτοῖς ἑξακισμυρίοις τὸ πλῆθος, ὡς Ἄθανις εἴρηκε, τὴν μὲν χώραν διένειμε, τὰς δὲ οἰκίας ἀπέδοτο χιλίων ταλάντων, ἄμα μὲν ὑπολειπόμενος τοῖς ἀρχαίοις Συρακοσίοις ἐξωνεῖσθαι τὰς αὑτῶν, ἄμα δὲ χρημάτων εὐπορίαν τῷ δήμῳ μηχανώμενος οὕτω πενομένῳ καὶ πρὸς τἄλλα καὶ πρὸς τὸν πόλεμον, ὥστε καὶ τοὺς ἀνδριάντας ἀποδόσθαι, ψήφου διαφερομένης ὑπὲρ ἑκάστου καὶ γινομένης κατηγορίας, ὥσπερ ἀνθρώπων εὐθύνας διδόντων· ὅτε δή φασι τὸν Γέλωνος ἀνδριάντα τοῦ παλαιοῦ τυράννου διατηρῆσαι τοὺς Συρακοσίους, καταχειροτονουμένων τῶν ἄλλων, ἀγαμένους καὶ τιμῶντας τὸν ἄνδρα τῆς νίκης, ἢν πρὸς Ἱμέρᾳ Καρχηδονίους ἐνίκησεν.