Ancient Greek · ~5 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 11
Athanasius Alexandrinus, Apologia ad Constantium 11
Not analysed yet
̔́Οτι μὲν οὖν μήτε ἔγραψά ποτε ἐκείνῳ μήτε ἐδεξάμην ποτὲ παρ’ αὐτοῦ, μάρτυρα τὸν θεὸν καὶ τὸν τούτου λόγον τὸν μονογενῆ αὐτοῦ υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐπεκαλεσάμην, τὸν δὲ κατειπόντα καὶ περὶ τούτου συγχώρησον ἐρωτηθῆναι δι’ ὀλίγων, πόθεν εἰς τοῦτο παρῆλθεν. ἐπιστολῆς ἀντίγραφον φήσειεν ἔχειν· τοῦτο γὰρ οὐκ ἀπέκαμον οἱ Ἀρειανοὶ θρυλοῦντες. πρῶτον μὲν οὖν, κἂν τὰ γράμματα τοῖς ἡμετέροις ὅμοια δεικνύῃ, οὔπω τὸ ἀσφαλὲς ἔχει· πλαστογράφοι γὰρ εἰσίν, οἵτινες καὶ τὰς ὑμῶν τῶν βασιλέων χεῖρας πολλάκις ἐμιμήσαντο, καὶ οὐχ ἡ μίμησις παρέχει τοῖς γράμμασι τὸ κῦρος, ἐὰν μὴ καὶ οἱ τὰ τοιαῦτα γράφειν εἰωθότες μαρτυρῶσι ταῖς ἐπιστολαῖς. τοῦτο τοίνυν καὶ τοὺς διαβαλόντας πάλιν ἐρωτῆσαι βούλομαι· τίς ὁ παρασχὼν ταῦτά ποτε καὶ πόθεν ηὑρέθη ταῦτα; καὶ γὰρ κἀγὼ τοὺς γράφοντας εἶχον, κἀκεῖνος πάλιν τοὺς λαμβάνοντας παρὰ τῶν κομιζόντων καὶ ἐπιδιδόντας αὐτῷ. οἱ μὲν οὖν ἡμέτεροι πάρεισι, καταξίωσον δὲ κἀκείνους καλέσαι –ζῆν γὰρ πάντως ἔξεστιν αὐτούς –καὶ μάθε περὶ τούτων τῶν γραμμάτων. ἐξέτασον ὡς ἀληθείας σοι συμπαρούσης· αὕτη γὰρ βασιλέων καὶ μάλιστα Χριστιανῶν ἐστὶ φυλακτήριον, μετὰ ταύτης βασιλεύειν ὑμᾶς ἐστιν ἀσφαλὲς λεγούσης τῆς θείας γραφῆς ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ καὶ περικυκλώσει ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. ταύτην προβαλὼν Ζοροβάβελ ὁ σοφὸς νενίκηκε καὶ πᾶς ὁ λαὸς ἐφώνησε· μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει.