Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 12
Athanasius Alexandrinus, Apologia ad Constantium 12.1
Not analysed yet
Εἰ μὲν οὖν παρ’ ἄλλοις ἤμην διαβληθείς, τὴν σὴν εὐσέβειαν ἐπεκαλούμην, ὡς ὁ ἀπόστολος ἐπεκαλέσατο τότε τὸν Καίσαρα καὶ πέπαυται τῶν ἐχθρῶν ἡ κατ’ αὐτοῦ ἐπιβουλή· ἐπειδὴ δὲ παρὰ σοὶ τετολμήκασι κατειπεῖν, τίνα ἀπὸ σοῦ ἐπικαλέσομαι; τὸν πατέρα τοῦ λέγοντος ἐγώ εἰμι ἡ ἀλήθεια ,ἵνα σου τὴν καρδίαν εἰς εὐμένειαν κλίνῃ·