Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 14
Athanasius Alexandrinus, Apologia ad Constantium 14.5
Not analysed yet
τῶν τοίνυν ἐκκλησιῶν ὀλίγων καὶ βραχυτάτων οὐσῶν θόρυβος ἦν οὐκ ὀλίγος ἀξιούντων ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ συνελθεῖν κἀκεῖ πάντας εὔχεσθαι καὶ ὑπὲρ τῆς σῆς σωτηρίας· ὅπερ καὶ γέγονεν. ἀλλ’ ἐμοῦ παρακαλοῦντος τέως ἐπισχεῖν καὶ ὅπως δήποτε μετὰ θλίψεως ἐν ταῖς ἄλλαις ἐκκλησίαις συναχθῆναι, οὐχ ὑπήκουσαν, ἀλλ’ ἕτοιμοι γεγόνασιν ἐξελθεῖν τὴν πόλιν καὶ εἰς τοὺς ἐρήμους τόπους ἐν ἡλίῳ συνελθεῖν βέλτιον ἡγούμενοι κάματον ἐνεγκεῖν ὁδοῦ ἢ μετὰ λύπης τὴν ἑορτὴν ποιῆσαι.