Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 15
Athanasius Alexandrinus, Apologia ad Constantium 15.1
Not analysed yet
Πίστευε γάρ, βασιλεῦ, καὶ περὶ τούτου πάλιν μάρτυρα δέξαι τὴν ἀλήθειαν, ὅτι ἐν ταῖς συνάξεσι τῆς τεσσαρακοστῆς διὰ τὸ τῶν τόπων στενὸν καὶ τὸ πολὺ πλῆθος τῶν λαῶν πλεῖστα παιδία καὶ οὐκ ὀλίγαι νεώτεραι γυναῖκες πλεῖσταί τε γραΐδες καὶ οὐκ ὀλίγοι νεανίσκοι θλιβέντες ἀπηνέχθησαν εἰς τοὺς οἴκους. καὶ τοῦ θεοῦ παρασχόντος τέθνηκε μὲν οὐδείς, πάντες δὲ ἐγόγγυσαν καὶ ἠξίωσαν διὰ τὴν μεγάλην ἐκκλησίαν.