Ancient Greek · ~4 min
15.2 to 15.5
Athanasius Alexandrinus, Apologia ad Constantium 15.2-5
Not analysed yet
εἰ δὲ ἐν ταῖς προεόρτοις τοσαύτη γέγονε θλίψις, τί ἂν ἐγεγόνει ἐν αὐτῇ τῇ ἑορτῇ; πάντως που τὰ ἔτι τούτων χαλεπώτερα. ἀλλ’ οὐκ ἔπρεπεν ἀντὶ χαρᾶς λύπην, ἀντ’ εὐφροσύνης πένθος, ἀντὶ τῆς ἑορτῆς κλαυθμὸν τοῖς λαοῖς γενέσθαι, εἰδὼς καὶ μάλιστα τύπον ἔχων τῶν πατέρων. ὁ γὰρ μακαρίτης Ἀλέξανδρος στενῶν ὄντων τῶν ἄλλων τόπων καὶ οἰκοδομῶν τὴν τότε μείζονα νομιζομένην ἐκκλησίαν τὴν καλουμένην Θεωνᾶ συνῆγεν ἐκεῖ διὰ τὸ πλῆθος καὶ συνάγων οὐκ ἠμέλει τῆς οἰκοδομῆς. τοῦτο καὶ ἐν Τριβέροις καὶ ἐν Ἀκυληΐᾳ γενόμενον ἑώρακα· κἀκεῖ γὰρ ἐν ταῖς ἑορταῖς διὰ τὸ πλῆθος ἔτι τῶν τόπων οἰκοδομουμένων συνῆγον ἐκεῖ καὶ οὐχ εὗρον τοιοῦτον κατήγορον. ἀλλὰ καὶ ὁ μακαρίτης σου ἀδελφὸς ἐν Ἀκυληΐᾳ τοιαύτης οὔσης συνάξεως συνήχθη. οὕτω κἀγὼ πεποίηκα, καὶ γέγονεν οὐκ ἐγκαίνια, ἀλλὰ σύναξις εὐχῆς. σὺ μὲν οὖν, εὖ οἶδα ὅτι, φιλόθεος ὢν τῶν μὲν λαῶν ἀποδέχῃ τὴν προθυμίαν καὶ συγγινώσκεις ἐμοὶ μὴ κωλύσαντι τοσούτου λαοῦ τὰς εὐχάς.