Ancient Greek · ~2 min
16.1 to 16.2
Athanasius Alexandrinus, Apologia ad Constantium 16.1-2
Not analysed yet
Ἐγὼ δὲ τὸν κατειπόντα πάλιν περὶ τούτου ἐρωτῆσαι βούλομαι, ποῦ νόμιμον ἦν εὔχεσθαι τὸν λαόν; ἐν ἐρήμοις ἢ ἐν οἰκοδομουμένῳ τόπῳ τῆς εὐχῆς; ποῦ πρέπον ἦν καὶ ὅσιον ἐπακοῦσαι τὸν λαὸν τὸ ἀμήν; ἐν ἐρήμοις ἢ ἐν τῷ ἤδη λεχθέντι κυριακῷ; σὺ δέ, θεοφιλέστατε βασιλεῦ, ποῦ τοὺς λαοὺς ἂν ἤθελες ἐκτεῖναι τὰς χεῖρας καὶ εὔξασθαι περὶ σοῦ; ἔνθα καὶ Ἕλληνες ἵστανται παρερχόμενοι ἢ ἐν τῷ ἐπωνύμῳ σου τόπῳ, ὃν ἤδη, μᾶλλον δὲ καὶ ἅμα τῷ θεμελίῳ, κυριακὸν πάντες ὀνομάζουσιν; οἶδα, ὅτι τὸν σὸν τόπον προκρίνεις, μειδιᾷς γὰρ καὶ τοῦτο μειδιῶν σημαίνεις.