Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 16
Athanasius Alexandrinus, Apologia ad Constantium 16.3
Not analysed yet
ἀλλ’ ἔδει, φησὶν ὁ κατειπών, ἐν ταῖς ἐκκλησίαις τοῦτο γενέσθαι. μικραὶ μὲν οὖν καὶ στεναὶ καὶ πᾶσαι, καθὰ προεῖπον, πρὸς τοὺς λαούς εἰσιν, ἔπειτα δὲ πῶς ἔπρεπε γενέσθαι τὰς εὐχάς; καὶ πῶς ἦν βέλτιον κατὰ μέρος καὶ διῃρημένως τὸν λαὸν μετ’ ἐπικινδύνου συνοχῆς ἢ ὄντος ἤδη τόπου τοῦ δυναμένου δέξασθαι πάντας ἐν αὐτῷ συνελθεῖν καὶ μίαν καὶ τὴν αὐτὴν μετὰ συμφωνίας τῶν λαῶν γενέσθαι τὴν φωνήν;