Ancient Greek · ~2 min
16.4 to 16.5
Athanasius Alexandrinus, Apologia ad Constantium 16.4-5
Not analysed yet
τοῦτο βέλτιον ἦν, τοῦτο γὰρ καὶ τὴν ὁμοψυχίαν ἐδείκνυε τοῦ πλήθους, οὕτω καὶ ταχέως ὁ θεὸς ἐπακούει. εἰ γὰρ κατὰ τὴν αὐτοῦ τοῦ σωτῆρος ἐπαγγελίαν, ἐὰν δύο συμφωνήσαιεν περὶ παντὸς οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς ,τί, ἐὰν τοσούτων λαῶν συνελθόντων μία γένηται φωνὴ λεγόντων τῷ θεῷ τὸ ἀμήν; τίς γοῦν οὐκ ἐθαύμασε; τίς οὐκ ἐμακάρισέ σε βλέπων τὸν τοσοῦτον λαὸν ἐν ἑνὶ συνελθόντα τόπῳ; πῶς ἔχαιρον οἱ λαοὶ βλέποντες ἀλλήλους τὸ πρότερον ἐν διῃρημένοις συνερχόμενοι τόποις; τοῦτο πάντας ηὔφρανε καὶ μόνον τὸν ἐνδιαβαλόντα ἐλύπησε.