Ancient Greek · ~4 min
17.1 to 17.4
Athanasius Alexandrinus, Apologia ad Constantium 17.1-4
Not analysed yet
Τὴν γοῦν ἑτέραν καὶ ὑπολειπομένην ἀντιλογίαν αὐτοῦ βούλομαι προλαβεῖν. ὁ μὲν γὰρ κατειρηκώς φησιν· οὔπω τετελείωτο τὸ ἔργον καὶ οὐκ ἐχρῆν εὐχὰς γενέσθαι, ὁ δὲ κύριος εἶπε· σὺ δέ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου καὶ ἀπόκλεισον τὰς θύρας. τί τοίνυν φήσει ὁ κατήγορος; μᾶλλον δέ, τί ἂν εἴποιεν οἱ φρόνιμοι καὶ ἀληθῶς Χριστιανοί; τούτους γὰρ ἐρώτησον, βασιλεῦ, ἐπειδὴ γέγραπται περὶ μὲν ἐκείνων, ὅτι ὁ μωρὸς μωρὰ λαλήσει ,περὶ δὲ τούτων· παρὰ παντὸς φρονίμου συμβουλίαν λάμβανε. τῶν ἐκκλησιῶν στενῶν οὐσῶν καὶ τῶν λαῶν τοσούτων ὄντων καὶ βουλομένων εἰς τὰς ἐρήμους ἀπελθεῖν, τί ποιεῖν ἐχρῆν; ἡ μὲν γὰρ ἔρημος ἄθυρος καὶ τῶν βουλομένων δίοδός ἐστιν, ὁ δὲ κυριακὸς τόπος καὶ τετείχισται καὶ τεθύρωται καὶ τὴν διαφορὰν τῶν εὐσεβῶν καὶ τῶν βεβήλων δείκνυσιν. ἆρα, βασιλεῦ, οὐ μετὰ τῆς σῆς εὐσεβείας πᾶς ὁστισοῦν φρόνιμος ἐπινεύει τούτῳ; ἴσασι γάρ, ὅτι ὧδε μὲν νόμιμος εὐχή, ἐκεῖ δὲ ἀταξίας ὑποψία, εἰ μὴ ἄρα τόπων μὴ ὄντων μόνοι τὴν ἐρημίαν ἂν οἰκοῖεν οἱ εὐχόμενοι, ὥσπερ ἦν ὁ Ἰσραήλ. ἀλλὰ κἀκείνοις τῆς σκηνῆς γενομένης περιώριστο λοιπὸν τῆς εὐχῆς ὁ τόπος.