Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 25
Athanasius Alexandrinus, Apologia ad Constantium 25.1
Not analysed yet
Πάντες δὲ ἠξίουν γράμματα δειχθῆναι τῆς σῆς εὐσεβείας. καὶ φάσις μὲν γὰρ μόνη παρὰ βασιλέως τὴν αὐτὴν ἔχει δύναμιν τοῖς γραφομένοις, ὅταν μάλιστα ταύτην ὁ κομίζων θαρρῇ καὶ γραφῇ τὸ προσταχθέν. ἐπειδὴ δὲ οὔτε φανερῶς ἔλεγον εἶναι πρόσταγμα οὔτε, ὅπερ ἠξίουν, ἐγγράφως ἐπέστελλον, ἀλλ’ ὡς ἀφ’ ἑαυτῶν πάντα πράττοντες ἦσαν, –ὁμολογῶ καὶ τοῦτο λέγω μετὰ παρρησίας –ὕποπτος ἐγενόμην εἰς αὐτούς.