Ancient Greek · ~2 min
25.2 to 25.3
Athanasius Alexandrinus, Apologia ad Constantium 25.2-3
Not analysed yet
πολλοὶ γὰρ ἦσαν οἱ περὶ αὐτοὺς Ἀρειανοὶ τούτοις τε συνήσθιον καὶ μετὰ τούτων ἐβουλεύοντο καὶ οὐδὲν μὲν μετὰ παρρησίας ἔπραττον, ἐνέδρας δὲ καὶ δόλους ἐπιχειρεῖν ἐμελέτων κατ’ ἐμοῦ· καὶ οὐδὲν μὲν ὡς βασιλέως προστάξαντος ἐποίουν, ὡς δὲ παρ’ ἐχθρῶν ἀξιούμενοι ἤλεγχον ἑαυτούς. τοῦτο γάρ με καὶ μᾶλλον ἀπαιτεῖν ἐποίει γράμματα παρ’ αὐτῶν, ἐπειδὴ καὶ ὕποπτα ἦν, ἅπερ ἐπεχείρουν καὶ ἐσκέπτοντο, καὶ ὅτι ἀπρεπὲς ἦν μετὰ τοσούτων γραμμάτων εἰσελθόντα με χωρὶς γραμμάτων ἀναχωρῆσαι τῆς ἐκκλησίας.