Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 25
Athanasius Alexandrinus, Apologia ad Constantium 25.4
Not analysed yet
Συριανοῦ τοίνυν ἐπαγγειλαμένου συνήγοντο πάντες ἐν ταῖς ἐκκλησίαις μετὰ χαρᾶς καὶ ἀμεριμνίας. ἀλλὰ μετὰ εἴκοσι καὶ τρεῖς ἡμέρας τῆς ἐπαγγελίας ἐπέρχεται μετὰ στρατιωτῶν τῇ ἐκκλησίᾳ, καὶ ἡμεῖς μὲν ηὐχόμεθα συνήθως –οὕτω γὰρ ἑωράκασιν οἱ εἰσελθόντες –,ἐπειδὴ παννυχὶς ἦν ἐσομένης συνάξεως· τοιαῦτα δὲ γέγονε τῇ νυκτὶ ἐκείνῃ, οἷα ἤθελον καὶ ἐπηγγέλλοντο πρὶν γενέσθαι οἱ Ἀρειανοί· αὐτοὺς γὰρ ἔχων μεθ’ ἑαυτοῦ ἦλθεν ὁ στρατηλάτης, καὶ αὐτοὶ ἦσαν οἱ ἔξαρχοι καὶ σύμβουλοι τῆς τοιαύτης ἐφόδου· καὶ τοῦτο οὐκ ἄπιστον, θεοφιλέστατε Αὔγουστε, οὐ γὰρ ἔλαθον, ἀλλὰ πανταχοῦ κεκήρυκται.