Ancient Greek · ~2 min
25.5 to 25.6
Athanasius Alexandrinus, Apologia ad Constantium 25.5-6
Not analysed yet
ἐγὼ τοίνυν θεωρῶν τὴν ἔφοδον, παρακαλέσας πρότερον ἀναχωρῆσαι τοὺς λαούς, τότε κἀγὼ μετ’ αὐτοὺς τοῦ θεοῦ καλύπτοντος καὶ ὁδηγοῦντος –καὶ τοῦτο γὰρ οἱ τότε μοι συνόντες ἑωράκασιν –ἀνεχώρησα. καὶ ἐξ ἐκείνου κατ’ ἐμαυτὸν ἔμεινα ἔχων παρρησίαν καὶ ἀπολογίαν καὶ προηγουμένως μὲν πρὸς τὸν θεόν, ἔπειτα δὲ καὶ πρὸς τὴν σὴν εὐσέβειαν, ὅτι οὐκ ἔφυγον καταλείψας τοὺς λαούς, ἀλλὰ μάρτυρα τῆς διώξεως ἔχω τὴν ἔφοδον τοῦ στρατηλάτου· ὃ μάλιστα καὶ πάντες ἐθαύμασαν. ἔδει γὰρ ἢ μὴ ἐπαγγείλασθαι ἢ ἐπαγγειλάμενον μὴ ψεύσασθαι.