Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 26
Athanasius Alexandrinus, Apologia ad Constantium 26.1
Not analysed yet
Τί τοίνυν οὕτως ἐβουλεύοντο ἢ διὰ τί μετὰ δόλου ἐνεδρεύειν ἐπεχείρουν, ἐξὸν καὶ κελεῦσαι καὶ γράψαι; βασιλέως γὰρ πρόσταξις μεγάλην ἔχει παρρησίαν. ἀλλὰ τὸ βούλεσθαι λαθεῖν καὶ λευκοτέραν ἐποίει τὴν ὑποψίαν τοῦ μὴ ἔχειν αὐτοὺς πρόσταγμα.