Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 26
Athanasius Alexandrinus, Apologia ad Constantium 26.2
Not analysed yet
τί δὲ ἄτοπον ἀπῄτουν, βασιλεῦ φιλάληθες; πῶς οὐκ εὔλογον ἐπισκόπῳ τὴν τοιαύτην ἀξίωσιν ἄν τις εἴποι; οἶδας ἀναγνοὺς τὰς γραφάς, ἡλίκον ἐστὶν ἔγκλημα καταλιμπάνειν ἐπίσκοπον τὴν ἐκκλησίαν καὶ ἀμελεῖν τῶν τοῦ θεοῦ ποιμνίων. ποιμένων γὰρ ἀπουσία πρόφασιν ἐφόδου τοῖς λύκοις παρέχει κατὰ τῆς ἀγέλης. τοῦτο δὲ ἐζήτουν οἱ Ἀρειανοὶ καὶ οἱ ἄλλοι πάντες αἱρετικοί, ἵνα τῇ ἡμῶν ἀπουσίᾳ χώραν εὕρωσιν ἀπατᾶν τοὺς λαοὺς εἰς ἀσέβειαν.