Ancient Greek
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 3
Athanasius Alexandrinus, Apologia ad Constantium 3.2
Not analysed yet
διὸ οὐδ’ ἂν ἄλλοις ἐρωτῶσιν ἀπεκρινάμην, ἵνα μηδὲ ἐν τῷ χρόνῳ τῆς ἀπολογίας οἱ ἀκούοντες κρεμαμένην ἔχωσι τὴν διάνοιαν, τῇ δὲ σῇ εὐσεβείᾳ λαμπρᾷ καὶ μεγάλῃ τῇ φωνῇ ἀπολογοῦμαι καὶ τὴν χεῖρα ἐκτείνας, ὃ μεμάθηκα παρὰ τοῦ ἀποστόλου, μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμαυτοῦ ψυχήν . καί, ὡς γέγραπται ἐν ταῖς βασιλικαῖς ἱστορίαις μάρτυς κύριος καὶ μάρτυς ὁ Χριστὸς αὐτοῦ ,κἀμοὶ συγχώρησον εἰπεῖν·