Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 3
Athanasius Alexandrinus, Apologia ad Constantium 3.3
Not analysed yet
οὐδεπώποτε περὶ τῆς σῆς εὐσεβείας κακῶς ἐμνημόνευσα παρὰ τῷ ἀδελφῷ σου τῷ τῆς μακαρίας μνήμης Κώνσταντι τῷ εὐσεβεστάτῳ Αὐγούστῳ· οὐ παρώξυνα τοῦτον, ὡς οὗτοι διαβεβλήκασιν, ἀλλ’ εἴ ποτε καὶ εἰσελθόντων ἡμῶν πρὸς αὐτὸν ἐμνημόνευσεν αὐτὸς τῆς σῆς φιλανθρωπίας –ἐμνημόνευσε δὲ καὶ ὅτε οἱ περὶ Θάλασσον ἦλθον εἰς τὴν Πιτυβίωνα καὶ ἡμεῖς ἐν τῇ Ἀκυληίᾳ διετρίβομεν –,μάρτυς ὁ κύριος, ὅπως ἐμνημόνευον ἐγὼ τῆς σῆς θεοσεβείας καὶ ταῦτα ἔλεγον, ἅπερ ὁ θεὸς ἀποκαλύψει τῇ σῇ ψυχῇ, ἵνα καταγνῷς τῆς συκοφαντίας τῶν με διαβαλλόντων παρὰ σοί. συγχώρησον εἰπόντι μοι ταῦτα, φιλανθρωπότατε Αὔγουστε, καὶ πολλήν μοι συγγνώμην δός.