Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 3
Athanasius Alexandrinus, Apologia ad Constantium 3.4
Not analysed yet
οὐ γὰρ οὕτως ἦν εὐχερὴς ὁ φιλόχριστος ἐκεῖνος οὐδὲ τηλικοῦτος ἤμην ἐγώ, ἵνα περὶ τοιούτων ἐκοινολογούμεθα καὶ ἀδελφὸν ἀδελφῷ διέβαλλον ἢ παρὰ βασιλεῖ περὶ βασιλέως κακῶς μνημονεύσω. οὐ μαίνομαι, βασιλεῦ, οὐδὲ ἐπελαθόμην τῆς θείας φωνῆς λεγούσης· καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ καὶ ἐν ταμείοις κοιτῶνός σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει σου τὴν φωνὴν καὶ ὁ τὰς πτέρυγας ἀπαγγελεῖ λόγον σου.