Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 30
Athanasius Alexandrinus, Apologia ad Constantium 30.5
Not analysed yet
ἀλλ’ ὁ γενναῖος καὶ λαμπρὸς οὐδὲ κρίσιν ἔμεινε κατ’ αὐτοῦ φυγὴν ἐν δίκῃ καταγνούς, ὡς ἔστι γε καὶ ὑπὲρ τῶν βαρβάρων ὑφελέσθαι, μή τινας αὐτῶν δυσσεβεῖν ἀναπείσῃ καθάπερ ἐν δράματι πρὸς τοὺς πρώτους ἐντυγχάνοντας ὀλοφυρόμενος. τούτῳ μὲν οὖν μακρὰν χαίρειν εἰρήσεται, ὑμᾶς δέ με χρὴ μετ’ ὀλίγων τάττειν, μᾶλλον δὲ μόνους πρὸ τῶν ἄλλων σεμνύνειν οἷς τοσοῦτον ἀρετῆς καὶ νοῦ περίεστιν, ὅσον αἱ πράξεις κηρύττουσι, μικροῦ πᾶσαν τὴν οὖσαν ὑμνούμεναι.