Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 30
Athanasius Alexandrinus, Apologia ad Constantium 30.6
Not analysed yet
εὖγε τῆς σωφροσύνης· εἰ γὰρ ἀγγέλων ἀκροασαίμην τοσούτων καὶ δεύτερον διεξιόντων τὰ ὑμέτερα καὶ σεμνυνόντων, ὦ καὶ τοὺς πρότερον ἀποκρύψαντες φιλοτιμίᾳ καὶ τοῖς νῦν τε καὶ ὕστερον παράδειγμα καλὸν ἐσόμενοι, μόνοι τε καὶ τοῖς ἤθεσι λόγων καὶ ἔργων ἡγεμόνα τὸν τελειότατον τῶν ὄντων ἑλόμενοι καὶ οὐδὲ πρὸς βραχὺ διστάσαντες, ἀλλ’ ἀνδρείως μεταθέμενοι καὶ τοῖς ἄλλοις προσθέμενοι, ἀπὸ τῶν χαμαὶ τούτων καὶ περιγείων πρὸς τὰ κατουράνια ἐπειχθέντες, ξεναγοῦντος ἐπ’ αὐτὰ τοῦ σεμνοτάτου Γεωργίου ἀνδρὸς τοιαῦτα παντὸς μᾶλλον ἠκριβωκότος, δι’ ὃν καὶ κατὰ τὸν ὕστερον βίον μετὰ καλῆς ἐλπίδος διάξετε καὶ τὸν ἐν τῷ παρόντι μετὰ ῥᾳστώνης βιώσεσθε.