Ancient Greek · ~4 min
30.7 to 30.9
Athanasius Alexandrinus, Apologia ad Constantium 30.7-9
Not analysed yet
εἴη δὲ κοινῇ πάντας τοὺς κατὰ τὴν πόλιν ὥσπερ ἱερᾶς ἀγκύρας τῆς τούτου φωνῆς ἐξηρτῆσθαι, ἵνα μὴ τομῶν ἢ καύσεων δεηθῶμεν κατὰ τῶν τὰς ψυχὰς λελωβημένων· οἷς ὅτι μάλιστα παραινοῦμεν ἀφίστασθαι τῆς Ἀθανασίου σπουδῆς καὶ μηδὲ μεμνῆσθαι τῆς περιττῆς ἐκείνης ἀδολεσχίας· ἢ λήσουσι τοῖς ἐσχάτοις ἔνοχοι ὄντες κινδύνοις, ὧν οὐκ ἴσμεν, εἴ τις τῶν πάνυ δεινῶν ἐξαιρήσεται τοὺς στασιάζοντας. καὶ γὰρ ἄτοπον τὸν μὲν ὄλεθρον Ἀθανάσιον γῆν πρὸ γῆς ἀπεληλᾶσθαι καὶ τοῖς αἰσχίστοις ἁλόντα, ὥς οὐ ποτε ἂν ἐκεῖνος τὴν ἀξίαν ἐκτίσειε, καὶ εἰ δέκακις αὐτόν τις τοῦ ζῆν προσαφέληται, τοὺς δὲ ἐκείνου κόλακας καὶ θεραπευτὰς ἀγύρτας τινὰς καὶ τοιούτους ἀνθρώπους οἵους ὀνομάζειν αἰσχύνη περιορᾶν σφαδάζοντας, οὓς πάλαι τεθνάναι διηγόρευται τοῖς δικασταῖς. καὶ ἴσως οὐδέπω τεθνήξονται, ἢν μὴ τῶν φθασάντων ἀποστάντες πλημμελημάτων ὀψέ ποτε μεταθῶνται· ὧν ὁ μοχθηρότατος Ἀθανάσιος ἡγεῖτο καὶ τῇ κοινῇ πολιτείᾳ λυμαινόμενος καὶ τοῖς ἁγιωτάτοις δυσσεβεῖς καὶ ἐναγεῖς προσάγων τὰς χεῖρας.