Ancient Greek · ~3 min
31.1 to 31.3
Athanasius Alexandrinus, Apologia ad Constantium 31.1-3
Not analysed yet
Ἃ δὲ καὶ Φρουμεντίου χάριν τοῦ ἐπισκόπου τῆς Αὐξούμεως γέγραπται τοῖς ἐκεῖ τυράννοις ἔστι ταῦτα· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς Ἀιζανᾷ καὶ Σαζανᾷ. πάνυ διὰ φροντίδος καὶ διὰ σπουδῆς τῆς μεγίστης ἡμῖν ἐστιν ἡ τοῦ κρείττονος γνῶσις. δεῖ γάρ, οἶμαι, τὸ κοινὸν τῶν ἀνθρώπων γένος τῆς ἴσης ἐν τοῖς τοιούτοις ἀξιοῦσθαι κηδεμονίας, ὡς ἂν μέχρι τῆς ἐλπίδος τὸν βίον διάγοιεν τὰ τοιαῦτα περὶ τοῦ θεοῦ γινώσκοντες καὶ μηδὲν διαφωνοῦντες περὶ τὴν τοῦ δικαίου καὶ ἀληθοῦς ἐξέτασιν. τῆς αὐτῆς τοίνυν προνοίας ἀξιοῦντες ὑμᾶς καὶ τῶν ἴσων Ῥωμαίοις μεταδιδόντες ἕν τι μετ’ αὐτῶν κρατεῖν δόγμα ἐν ταῖς ἐκκλησίαις κελεύομεν. οὐκοῦν Φρουμέντιον τὸν ἐπίσκοπον ἐκπέμπετε τὴν ταχίστην εἰς Αἴγυπτον παρὰ τὸν σεμνότατον Γεώργιον τὸν ἐπίσκοπον καὶ τοὺς ἄλλους τοὺς κατ’ Αἴγυπτον, οἳ τοῦ χειροτονεῖν καὶ κρίνειν τὰ τοιαῦτα κύριοι μᾶλλόν εἰσιν.