Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 31
Athanasius Alexandrinus, Apologia ad Constantium 31.4
Not analysed yet
ἴστε γὰρ δήπου καὶ μέμνησθε, εἰ μὴ λίαν τὰ παρὰ πᾶσιν ὁμολογούμενα μόνοι ἀγνοεῖν προσποιεῖσθε, ὅτι τὸν Φρουμέντιον τοῦτον εἰς ταύτην τὴν τάξιν τοῦ βίου κατέστησεν Ἀθανάσιος, μυρίοις ἔνοχος ὢν κακοῖς, ὃς, ὡς οὐδὲν τῶν ἐπιφερομένων ἐγκλημάτων αὐτῷ δικαίως ἔσχεν ἐπιλύσασθαι, αὐτίκα τῆς μὲν καθέδρας ἐκπέπτωκε καὶ τοῦ βίου αὐτοῦ πάντῃ διαμαρτὼν ἀλᾶται ἀπ’ ἄλλης εἰς ἄλλην γῆν μετανιστάμενος, ὥσπερ ἐκ τούτου τὸ κακὸς εἶναι διαφευξόμενος.