Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 31
Athanasius Alexandrinus, Apologia ad Constantium 31.5
Not analysed yet
εἰ μὲν οὖν ἑτοίμως ὑπακούσειεν ὁ Φρουμέντιος εὐθύνας τῆς ὅλης καταστάσεως δώσων, δῆλος ἔσται παρὰ πάντων τῷ τῆς ἐκκλησίας νόμῳ καὶ τῇ κρατούσῃ πίστει κατ’ οὐδὲν διαφωνῶν, κριθείς τε καὶ δοὺς πεῖραν ἑαυτοῦ τοῦ παντὸς βίου καὶ λόγον τούτου παρασχόμενος παρὰ τῶν τὰ τοιαῦτα κρινόντων, καὶ καταστήσεται παρ’ αὐτῶν, εἰ μέλλοι τῷ ὄντι κατὰ τὸ δίκαιον ἐπίσκοπος εἶναι δοκεῖν· εἰ δὲ ἀναβάλλοιτο καὶ φεύγοι τὴν κρίσιν, εὔδηλον δήπουθεν, ὅτι τοῖς Ἀθανασίου τοῦ πονηροτάτου λόγοις ἠγμένος δυσσεβεῖ περὶ τὸ θεῖον, οὕτω προῃρημένος, ὡς ἐκεῖνος ἀπεδείχθη πονηρὸς ὤν·