Ancient Greek · ~2 min
31.6 to 31.7
Athanasius Alexandrinus, Apologia ad Constantium 31.6-7
Not analysed yet
καὶ δέος μὴ διαβὰς εἰς Αὔξουμιν διαφθείρῃ τοὺς παρ’ ὑμῖν, λόγους ἐναγεῖς καὶ δυσσεβεῖς παρεχόμενος, μὴ μόνον τὰς ἐκκλησίας συγχέων καὶ θορυβῶν καὶ βλασφημῶν εἰς τὸν κρείττονα, ἀλλὰ καὶ τοῖς κατὰ τὸ ἔθνος ἐκ τούτων ἀνατροπὴν καὶ ἀνάστασιν παντελῆ προξενῶν. ἴσμεν δέ, ὅτι προσμαθών τι καὶ μέγα καὶ κοινὸν ὄφελος ἐκ τῆς τοῦ σεμνοτάτου Γεωργίου συνουσίας ἀπονάμενος καὶ τῶν λοιπῶν, ὅσοι παιδεύειν τὰ τοιαῦτα ἄκρως ἴσασι, τὴν αὐτὴν ἐπανήξει πάντα τὰ τῶν ἐκκλησιαστικῶν εἰς ἄκρον ἠκριβωκώς. ὁ θεὸς ὑμᾶς διαφυλάττοι, ἀδελφοὶ τιμιώτατοι.