Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 32
Athanasius Alexandrinus, Apologia ad Constantium 32.1
Not analysed yet
Ταῦτα ἀκούων ἐγὼ καὶ σχεδὸν βλέπων, ἀφ’ ὧν οἱ ἀπαγγέλλοντες ὠδύροντο, ὁμολογῶ, πάλιν εἰς τὴν ἔρημον ὑπέστρεψα τοῦτο λογισάμενος ὅπερ καὶ ἡ σὴ θεοσέβεια συνορᾷ, ὅτι, εἰ ζητούμεθα ἵνα εὑρεθέντες παραπεμφθῶμεν πρὸς τοὺς ἐπάρχους, κώλυσίς ἐστι τοῦ μὴ παρὰ τὴν σὴν φιλανθρωπίαν ἐλθεῖν.