Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 32
Athanasius Alexandrinus, Apologia ad Constantium 32.2
Not analysed yet
καὶ εἰ οἱ μὴ θελήσαντες ὑπογράψαι καθ’ ἡμῶν τοιαῦτα καὶ τοσαῦτα πεπόνθασιν οἵ τε μὴ θέλοντες τῶν λαικῶν κοινωνεῖν τοῖς Ἀρειανοῖς ἐκελεύσθησαν ἀποθνῄσκειν, οὐκ ἀμφίβολον, ὅτι πάντως ἐπινοηθήσονται παρὰ τῶν συκοφαντῶν καινότεροι καὶ μυρίοι θάνατοι κατ’ ἐμοῦ καὶ μετὰ θάνατον κινήσουσι λοιπὸν οἷς βούλονται καὶ ἃ βούλονται πράγματα οἱ ἐχθροὶ ψευδόμενοι καθ’ ἡμῶν μειζόνως, ὡς μηκέτι ἔχοντες τοὺς ἐλέγχοντας αὑτούς.