Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 32
Athanasius Alexandrinus, Apologia ad Constantium 32.3
Not analysed yet
οὐ γὰρ τὴν σὴν εὐσέβειαν δεδιὼς ἔφευγον –οἶδα γάρ σου τὴν ἀνεξικακίαν καὶ τὴν φιλανθρωπίαν –,ἀλλ’ ὁρῶν ἐκ τῶν γινομένων τὸν θυμὸν τῶν ἐχθρῶν καὶ λογιζόμενος, ὅτι φοβούμενοι μήποτε ἐλεγχθῶσιν, ἐφ’ οἷς ἔπραξαν παρὰ γνώμην τῆς σῆς καλοκἀγαθίας, πάντα πράξουσιν ὥστε καὶ ἀποκτεῖναι. ἰδοὺ γὰρ ἡ μὲν σὴ φιλανθρωπία μόνον ἔξω τῶν πόλεων καὶ τῆς ἐπαρχίας προσέταξεν ἐκβάλλεσθαι τοὺς ἐπισκόπους, οἱ δὲ θαυμαστοὶ πλέον τι τῆς σῆς προστάξεως τολμῶντες ὑπὲρ τρεῖς ἐπαρχίας εἰς ἐρήμους καὶ ἀήθεις καὶ φοβεροὺς τόπους ἐξώρισαν γέροντας ἀνθρώπους καὶ πολυετεῖς ἐπισκόπους.