Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 32
Athanasius Alexandrinus, Apologia ad Constantium 32.4
Not analysed yet
οἱ μὲν γὰρ ἀπὸ τῆς Λιβύης εἰς τὴν μεγάλην Ὄασιν, οἱ δὲ ἀπὸ τῆς Θηβαίδος εἰς τὴν Ἀμμωνιακὴν τῆς Λιβύης ἀπεστάλησαν. καὶ οὐ δεδιὼς πάλιν ἀποθανεῖν ἔφυγον –μὴ δειλίας μού τις αὐτῶν καταγινωσκέτω –,ἀλλ’ ὅτι καὶ τοῦ σωτῆρός ἐστι παράγγελμα, διωκομένους μὲν ἡμᾶς φεύγειν, ζητουμένους δὲ κρύπτεσθαι καὶ μὴ εἰς προῦπτον κίνδυνον ἑαυτοὺς ἐκδιδόναι μηδὲ φαινομένους πλέον ἐκκαίειν τὸν θυμὸν τῶν διωκόντων.