Ancient Greek · ~2 min
32.5 to 32.6
Athanasius Alexandrinus, Apologia ad Constantium 32.5-6
Not analysed yet
ἴσον γάρ ἐστι τὸ φονεύειν ἑαυτὸν καὶ διδόναι πάλιν ἑαυτὸν τοῖς ἐχθροῖς εἰς τὸ φονεύειν. τὸ δὲ φεύγειν, ὡς παρήγγειλεν ὁ σωτήρ, γινώσκειν ἐστὶ τὸν καιρὸν καὶ ἀληθῶς κήδεσθαι τῶν διωκόντων, ἵνα μὴ καὶ μέχρις αἵματος φθάσαντες ὑπεύθυνοι γένωνται τῷ μὴ φονεύσῃς ,εἰ καὶ τὰ μάλιστα καὶ τοῦτο παθεῖν ἡμᾶς οἱ διαβαλόντες βούλονται. ἃ γὰρ καὶ νῦν πάλιν πεποιήκασι, δείκνυσιν αὐτῶν ταύτην εἶναι τὴν σπουδὴν καὶ μιαιφόνον τὴν προαίρεσιν. ἀκούσας δέ, εὖ οἶδ’ ὅτι, θεοφιλέστατε Αὔγουστε, θαυμάσεις· καὶ γὰρ ἄξιον ἀληθῶς ἐκπλήξεως τὸ τόλμημα. ἡλίκον δ’ ἐστὶ τοῦτο, ἄκουσον ἐν βραχεῖ λόγῳ.