Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 33
Athanasius Alexandrinus, Apologia ad Constantium 33.1
Not analysed yet
Ὁ τοῦ θεοῦ υἱός, ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός, ἄνθρωπος γενόμενος δι’ ἡμᾶς καὶ καταργήσας τὸν θάνατον ἐλευθερώσας τε τὸ γένος ἡμῶν ἀπὸ τῆς δουλείας τῆς φθορᾶς ἐχαρίσατο πρὸς τοῖς ἄλλοις πᾶσι καὶ εἰκόνα τῆς τῶν ἀγγέλων ἁγιότητος ἔχειν ἡμᾶς ἐπὶ γῆς τὴν παρθενίαν. τὰς γοῦν ταύτην ἐχούσας τὴν ἀρετὴν νύμφας τοῦ Χριστοῦ καλεῖν εἴωθεν ἡ καθολικὴ ἐκκλησία.