Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 33
Athanasius Alexandrinus, Apologia ad Constantium 33.2
Not analysed yet
ταύτας καὶ Ἕλληνες ὁρῶντες ὡς ναὸν οὔσας τοῦ λόγου θαυμάζουσι· παρ’ οὐδενὶ γὰρ ἀληθῶς τοῦτο τὸ σεμνὸν καὶ οὐράνιον ἐπάγγελμα κατορθοῦται ἢ παρὰ μόνοις ἡμῖν τοῖς Χριστιανοῖς. μάλιστα γὰρ καὶ τοῦτο μέγα τεκμήριόν ἐστι τοῦ παρ’ ἡμῖν εἶναι τὴν ὄντως καὶ ἀληθῆ θεοσέβειαν.