Ancient Greek · ~3 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 33
Athanasius Alexandrinus, Apologia ad Constantium 33.3
Not analysed yet
ταύτας πρὸ τῶν ἄλλων καὶ ὁ τῆς μακαρίας μνήμης ὁ εὐσεβέστατός σου πατὴρ Κωνσταντῖνος ὁ Αὔγουστος ἐτίμα, ταύτας καὶ ἡ σὴ εὐσέβεια γράφουσα πολλάκις τιμίας καὶ ἁγίας ὠνόμασεν. ἀλλὰ νῦν οἱ θαυμαστοὶ Ἀρειανοὶ οἱ καὶ ἡμᾶς διαβάλλοντες, δι’ οὓς καὶ πλεῖστοι τῶν ἐπισκόπων ἐπεβουλεύθησαν, ὑπουργοὺς ἔχοντες καὶ ὑπακούοντας αὐτοὺς τοὺς δικαστάς, ταύτας γυμνώσαντες ἐποίησαν ἐπὶ τῶν καλουμένων ἑρμηταρίων κρεμασθῆναι καὶ τοσοῦτον αὐτῶν τρίτον ἔξεσαν τὰς πλευράς, ὅσον οὐδὲ οἱ ἀληθῶς κακοῦργοι πώποτε πεπόνθασι. Πιλᾶτος μὲν οὖν καθηκεύων τοῖς τότε Ἰουδαίοις λόγχῃ μίαν πλευρὰν τοῦ σωτῆρος ἔνυξεν, οὗτοι δὲ καὶ τὴν μανίαν Πιλάτου νενικήκασιν, ὅτι μὴ μίαν ἀλλ’ ἀμφοτέρας ἔξεσαν· τὰ γὰρ μέλη τῶν παρθένων ἐξαιρέτως ἴδια τοῦ σωτῆρός ἐστι.