Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 33
Athanasius Alexandrinus, Apologia ad Constantium 33.4
Not analysed yet
πάντες μὲν οὖν καὶ μόνον ἀπαγγελλόντων τινῶν φρίττουσιν ἐπὶ τῇ τοιαύτῃ ἀκοῇ, μόνοι δὲ οὗτοι οὐ μόνον οὐκ ἐφοβήθησαν γυμνοῦντες καὶ ξέοντες ἄχραντα μέλη, ἃ μόνῳ τῷ σωτῆρι ἡμῶν τῷ Χριστῷ ἀνατεθείκασιν αἱ παρθένοι, ἀλλὰ καὶ τό γε χείριστον ὀνειδιζόμενοι παρὰ πάντων διὰ τὴν τοσαύτην ὠμότητα ἀντὶ τοῦ ἐρυθριᾷν προφασίζονται τοῦτο πρόσταγμα τῆς σῆς εὐσεβείας εἶναι. οὕτως εἰσὶ πρὸς πάντα τολμηροὶ καὶ τὴν προαίρεσιν πονηροί.