Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 33
Athanasius Alexandrinus, Apologia ad Constantium 33.5
Not analysed yet
οὐδὲ γὰρ οὐδὲ ἐν τοῖς γενομένοις διωγμοῖς τοιοῦτον ἠκούσθη πραχθέν. εἰ δὲ καὶ ἐγεγόνει ποτὲ τοιοῦτον, ἀλλ’ οὐκ ἔπρεπεν ἐπὶ σοῦ Χριστιανοῦ ὄντος οὔτε τὴν παρθενίαν τοσαύτην ὕβριν καὶ ἀτιμίαν παθεῖν οὔτε τούτους τὴν ἑαυτῶν ὠμότητα εἰς τὴν σὴν εὐσέβειαν ἐπιρρίπτειν· μόνοις γὰρ αἱρετικοῖς οἰκεῖον τὸ τοιοῦτον κακὸν ἀσεβεῖν εἰς τὸν υἱὸν τοῦ θεοῦ καὶ πλημμελεῖν κατὰ τῶν ἁγίων αὐτοῦ παρθένων.