Ancient Greek · ~3 min
34.1 to 34.3
Athanasius Alexandrinus, Apologia ad Constantium 34.1-3
Not analysed yet
Τοιούτων δὲ πάλιν καὶ τοσούτων γενομένων παρὰ τῶν Ἀρειανῶν οὐκ ἐσφάλην ἄρα πεισθεὶς τῇ θείᾳ γραφῇ λεγούσῃ ἀλλ’ ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως παρέλθῃ ἡ ὀργὴ κυρίου . καὶ αὕτη γάρ μοι πάλιν πρόφασις γέγονε τῆς ἀναχωρήσεως, θεοφιλέστατε Αὔγουστε, καὶ οὐ παρῃτησάμην οὔτε εἰς τὴν ἔρημον ἀπελθεῖν οὔτε, εἰ ἀνάγκη γένοιτο, διὰ σαργάνης ἀπὸ τείχους χαλασθῆναι . πάντα γὰρ ὑπέμεινα καὶ θηρίοις συνῴκησα καὶ ὑμᾶς περιελθεῖν ἐκδεχόμενος τούτων τῶν λόγων καιρὸν καὶ θαρρῶν, ὅτι οἱ μὲν διαβάλλοντες καταγνωσθήσονται, ἡ δὲ σὴ φιλανθρωπία δειχθήσεται. ὦ μακάριε καὶ θεοφιλέστατε Αὔγουστε, τί ἐβούλου; ἐλθεῖν με φλεγμαινόντων καὶ ζητούντων ἀποκτεῖναι τῶν συκοφαντούντων ἡμᾶς ἢ κατὰ τὸ γεγραμμένον ἀποκρυβῆναι μικρόν ,ἵνα ἐν τῷ τοσούτῳ διαστήματι οἱ μὲν συκοφάνται καταγνωσθῶσιν αἱρετικοί, ἡ δὲ σὴ φιλανθρωπία δειχθήσεται;