Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 34
Athanasius Alexandrinus, Apologia ad Constantium 34.4
Not analysed yet
τί δέ, ὦ βασιλεῦ; ἐβούλου με ὀφθῆναι τοῖς σοῖς δικασταῖς, ἵνα, εἰ καὶ σὺ μέχρι μόνης ἀπειλῆς ἔγραψας, ἐκεῖνοι μὴ νοοῦντες τὴν σὴν διάνοιαν, ἔχοντες δὲ τοὺς Ἀρειανοὺς παροξύνοντας αὑτοὺς ἐκ τῶν σου γραμμάτων ἀποκτείνωσι καὶ εἰς σὲ τὸν φόνον ἀναθῶνται διὰ τὰ γράμματα; οὐκ ἔπρεπεν οὔτε ἐμὲ αὐτομολεῖν καὶ εἰς αἵματα ἐμαυτὸν ἐπιδιδόναι οὔτε σε φιλόχριστον ὄντα βασιλέα ἐπὶ φόνοις Χριστιανῶν καὶ ταῦτα ἐπισκόπων ἐπιγράφεσθαι.