Ancient Greek · ~2 min
35.1 to 35.2
Athanasius Alexandrinus, Apologia ad Constantium 35.1-2
Not analysed yet
Οὐκοῦν βέλτιον γέγονε τὸ κρυβῆναι καὶ τοῦτον ἐκδέξασθαι τὸν καιρόν; ναὶ οἶδα, ὅτι καὶ σὺ γινώσκων τὰς θείας γραφὰς ἐπινεύεις καὶ ἀποδέχῃ με τοῦτο πράξαντα. ἰδοὺ γοῦν τῶν παροξυνόντων πεπαυμένων πέφηνεν ἡ σὴ θεοσεβὴς ἀνεξικακία καὶ δέδεικται πᾶσιν, ὅτι μηδὲ τὴν ἀρχὴν ἐδίωκες σὺ τοὺς Χριστιανούς, ἀλλ’ ἐκεῖνοι ἦσαν οἱ τὰς ἐκκλησίας ἐρημώσαντες, ἵνα τὴν ἰδίαν ἀσέβειαν ἐπισπείρωσι πανταχοῦ, δι’ ἣν καὶ ἡμεῖς, εἰ μὴ ἦμεν φυγόντες, πάλαι ἂν ἐπεβουλεύθημεν παρ’ αὐτῶν.