Ancient Greek · ~2 min
5.3 to 5.4
Athanasius Alexandrinus, Apologia ad Constantium 5.3-4
Not analysed yet
εἰ δὲ μηδὲ καθ’ ὧν ἔδει με λέγειν τούτους διέβαλον, ποίαν εἶχον μανίαν βασιλέα βασιλεῖ διαβάλλειν καὶ ἀδελφὸν ἀδελφῷ συγκροῦσαι; παρακαλῶ, ἢ παρόντα με ποίησον ἐλεγχθῆναι ἢ κατάγνωθι τῶν διαβολῶν καὶ μίμησαι τὸν Δαυὶδ λέγοντα· τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον, τοῦτον ἐξεδίωκον. τὸ μὲν γάρ, ὅσον εἰς αὐτοὺς ἧκε, στόμα καταψευσάμενον ἀνεῖλε ψυχήν ,ἡ δὲ σὴ μακροθυμία νενίκηκε παρασχοῦσα παρρησίαν ἀπολογίας, ἵνα καὶ καταγνωσθῆναι δυνηθῶσιν ὡς φιλόνεικοι καὶ συκοφάνται.