Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 6
Athanasius Alexandrinus, Apologia ad Constantium 6.1
Not analysed yet
Περὶ μὲν οὖν τοῦ εὐσεβεστάτου σου ἀδελφοῦ τοῦ τῆς μακαρίας μνήμης ταῦτα· δύνασαι γὰρ κατὰ τὴν δοθεῖσάν σοι σοφίαν παρὰ θεοῦ προλαμβάνειν τὰ πολλὰ ἐκ τῶν ὀλίγων τούτων καὶ γινώσκειν τὴν πλασθεῖσαν κατηγορίαν. περὶ δὲ τῆς ἑτέρας διαβολῆς, εἰ ἔγραψα τῷ τυράννῳ –τοὔνομα γὰρ οὐδὲ λέγειν βούλομαι –,παρακαλῶ, ὡς θέλεις καὶ δι’ ὧν ἂν δοκιμάσῃς, ἐξέταζε καὶ ἀνάκρινε. ἡ γὰρ ὑπερβολὴ τῆς διαβολῆς ἐξίστησί με καὶ εἰς πολλὴν ἀφασίαν ἄγει.