Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 6
Athanasius Alexandrinus, Apologia ad Constantium 6.2
Not analysed yet
καὶ πίστευε, θεοφιλέστατε βασιλεῦ, πολλάκις κατ’ ἐμαυτὸν λογιζόμενος ἠπίστουν, εἰ ἄρα τις ἐμάνη τοσοῦτον ὥστε καὶ τοιαῦτα ψεύσασθαι. ἐπειδὴ δὲ παρὰ τῶν Ἀρειανῶν ἐθρυλεῖτο καὶ τοῦτο καὶ ὡς αὐτοὶ δεδωκότες ἀντίγραφον ἐπιστολῆς ἐκαυχῶντο, ἐξιστάμην μειζόνως καὶ ἀύπνους νύκτας διατελῶν ὡς πρὸς παρόντας τοὺς κατειπόντας ἐμαχόμην καὶ κραυγὴν ἐξαπιναίως ἠφίειν μεγάλην καὶ ηὐχόμην εὐθὺς στενάζων μετὰ δακρύων εὑρεῖν τὰς σὰς ἀκοὰς εὐμενεῖς.