Ancient Greek · ~10 min
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 12
Not analysed yet
Ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος, τίς ἰδὼν αὐτοῦ τὴν εἰς Σεμέλην καὶ Λήδαν καὶ Ἀλκμήνην καὶ Ἄρτεμιν καὶ Λητῶ καὶ Μαῖαν καὶ Εὐρώπην καὶ Δανάην καὶ Ἀντιόπην παρανομίαν καὶ φθοράν; ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν ἀδελφὴν αὐτοῦ ἐπιχείρησιν καὶ τόλμαν ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε καὶ ζημιώσειε θανάτῳ; ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῷ παῖδας θεοποιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων · ὧν εἰσι Διόνυσος καὶ Ἡρακλῆς καὶ Διόσκουροι καὶ Ἑρμῆς καὶ Περσεὺς καὶ Σώτειρα . τίς ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν Ἰλίῳ τῶν Ἑλλήνων καὶ τῶν Τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν ,ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν καὶ τοὺς ἀνθρώπους παρώξυναν ; τίς ἰδὼν ὑπὸ μὲν Διομήδους τιτρωσκομένους Ἄρεα καὶ Ἀφροδίτην, ὑπὸ δὲ Ἡρακλέους τὴν Ἥραν καὶ τὸν ὑποχθόνιον ὃν καλοῦσι θεὸν Ἀιδωνέα, καὶ Διόνυσον μὲν ὑπὸ Περσέως, Ἀθηνᾶν δὲ ὑπὸ Ἀρκάδος ,καὶ τὸν Ἥφαιστον ριπτόμενον καὶ χωλαίνοντα ,οὐ καταγνώσεται τῆς φύσεως καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θεούς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο ἢ ἀνθρώπους αὐτοὺς καὶ ἀνθρώπους ἀσθενεῖς ἐπιγνώσεται καὶ μᾶλλον τοὺς τρώσαντας ἢ τοὺς τρωθέντας θαυμάσειεν ; ἢ τίς ἰδὼν τὴν Ἄρεως πρὸς Ἀφροδίτην μοιχείαν καὶ τὸν Ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον καὶ τοὺς ἄλλους λεγομένους θεοὺς ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ Ἡφαίστου καλουμένους καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν ,οὐκ ἂν γελάσειε καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν; ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν Ἡρακλέους πρὸς τὴν Ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν ; τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας ,οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς, τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς . τῇ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχόν ,τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμιγνύμενοι τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτῃ διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μηδὲ μηδὲ ἐν ἀνθρώποις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις θεοῖς περιτιθέντες οὐκ ἐρυθριῶσιν.