Ancient Greek · ~9 min
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 13
Not analysed yet
Εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις ,οὐχ ὁρῶσιν ,ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι ,τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸ ὀλίγου εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν ,οὐχ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον, ὅτι οὐ θεούς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν. ἀγοράσαντες μισθοῦ παρὰ τοῦ γλύψαντος πολλάκις δὲ καὶ αὐτὸς ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος καὶ ἡ ὕλη ἀργή ,ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται. ἐπειδὰν δὲ ὁ τεχνίτης εἰς αὐτὰς τῆς ἰδίας ἐπιστήμης ἐπιβάλῃ τὰς συμμετρίας καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τὰς συμμετρίας καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν τυπώσῃ ,τότε δὴ χάριν ὁμολογήσαντες τῷ τεχνίτῃ λοιπὸν ὡς θεοὺς προσκυνοῦσι ,μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες . πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιός ,ὥσπερ ἐπιλαθόμενος ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται. καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην, θεοὺς προσαγορεύει. ἔδει δέ, εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι, καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾶν . οὐ γὰρ ἡ ὕλη τὴν τέχνην, ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησε . πολλῷ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα, ὅτι τε καὶ προυπῆρχε τῶν ἐκ τέχνης θεῶν καὶ ὅτι ὡς ἐβουλήθη ,οὕτω καὶ γεγόνασι. νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι, καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀποθνήσκοντος τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν. ἃ, εἰ μὴ τύχοιεν τῆς καθημέραν ἐπιμελείας, πάντως τῷ χρόνῳ διὰ τὴν φύσιν ἀφανίζονται . πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κατὰ τοῦτο, ὅτι βλέποντες αὐτοὶ τοῖς μὴ βλέπουσι προσκυνοῦσι καὶ ἀκούοντες αὐτοὶ τοῖς μὴ ἀκούουσι προσεύχονται καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι τοὺς μηδ’ ὅλως κινουμένους ,ἀλλὰ ἀψύχους ὄντας ὡς θεοὺς προσαγορεύουσι ,καὶ τό γε θαυμαστόν, ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι ; καὶ μήτοι νομίσῃς ταῦτά με λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν. ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα .